Suda On Line
|
Φαβρίκιος: ὅτι Φαβρίκιος τῆς ἐπὶ τὸν Πύρρον σταλείσης δυνάμεως ἀποδείκνυται ἡγεμών: ἀνὴρ πάλαι ἐγνωσμένος τῷ βασιλεῖ καὶ τῆς αὐτοῦ μεγαλοφροσύνης ἐναργὲς ἐξενηνοχὼς σύμβολον. ἀντικαθεζομένων γὰρ ἀλλήλοις τῶν στρατοπέδων, νύκτα φυλάξας ἀνήρ τις, εἴτε ἰατρὸς εἴτε ἕτερος τῶν περὶ τὴν τράπεζαν τοῦ βασιλέως τεταγμένων, ὡς τὸν Φαβρίκιον ἀφίκετο, δηλητηρίοις φαρμάκοις ἀνελεῖν τὸν Πύρρον ὑφιστάμενος, ἤν οἵ τις δοθείη πρὸς αὐτοῦ χρημάτων ὠφέλεια: ὃν ὁ Φαβρίκιος ἀποστυγήσας τῆς ἐγχειρήσεως ἀποπέμπει τῷ Πύρρῳ δέσμιον. ἀγασθεὶς δὴ οὖν τὸ πραχθὲν ὁ Πύρρος ἀναβοῆσαι λέγεται: οὗτός ἐστι καὶ οὐκ ἄλλος Φαβρίκιος, ὃν δυσχερέστερον ἄν τις παρατρέψοι τῆς οἰκείας ἀρετῆς ἢ τῆς συνήθους πορείας τὸν ἥλιον. ὁ δὲ Πύρρος τὸν περὶ τοῦ παντὸς ἀναρρίψας κύβον τοῖς ὅλοις ἐσφάλη.
Sorry, but the translation database has no matches for your query: phi,5.
Consider registering as a contributor (if you aren't one already), and requesting any related entries.
Or try to refine your search. Here are some tips.