Suda On Line menu Search

Home
Search results for sigma,121 in Adler number:
Greek display:    

Source text displayed in Unicode (UTF8 character set) format:

Σαρδανάπαλος, Ἀσσυρίων βασιλεύς, ἀπὸ Νίνου καὶ Σεμιράμεως, οἴκησιν ἔχων ἐν Νίνῳ, ἔνδον τὸ σύμπαν ἐν τοῖς βασιλείοις διατρίβων, ὅπλων μὲν οὐχ ἁπτόμενος οὐδ' ἐπὶ θήραν ἐξιών, ὥσπερ οἱ πάλαι βασιλεῖς, ἐγχριόμενος δὲ τὸ πρόσωπον καὶ τοὺς ὀφθαλμοὺς ὑπογραφό- μενος πρός τε τὰς παλλακίδας ἁμιλλώμενος περὶ κάλλους καὶ ἐμπλοκῆς τό τε σύμπαν γυναικείῳ ἤθει χρώμενος. κατὰ δὲ τὰ πρότερον συντεταγμένα ἐπὶ τὰς θύρας αὐτῷ παρῆσαν οἵ τε ἐκ τῶν ἄλλων ἐθνῶν σατράπαι, ἄγοντες τὰς δυνάμεις. οὗτος ἐσφάγη ὑπὸ Περσέως: οἱ δὲ κόλακες καὶ μιμηταὶ τῆς ἐκείνου φιλοσαρκίας καὶ γαστριμαργίας καὶ οἰστρηλασίας ἐπέγραψαν ὡς ἐξ αὐτοῦ δῆθεν ἐν τῷ τάφῳ αὐτοῦ, τό, τόσσ' ἔχω καὶ τὰ ἑξῆς. ψευδῶς δὲ οἱ γεγραφότες ἐπέγραψαν: οὐ γὰρ ἔχει τελευτήσας ἅπερ ἔφαγε καὶ ἔπιεν, ἀλλ' εἰς τὴν δυσώδη φθορὰν ἐκεῖνα πάντα κεχώρηκεν, ἔχει δὲ μόνην τοῦ παρανόμου βίου τὴν δυσοδμίαν, ἥτις διηνεκῶς τὴν ἀθλίαν ψυχὴν αὐτοῦ ἀλγύνει καὶ ἀνιᾷ, συνειδυῖαν ἑαυτῇ τὰ κάκιστα, μεμνημένην ὧν παρανόμως καὶ ἀκολάστως τάλας εἰργάσατο.

Sorry, but the translation database has no matches for your query: sigma,121.

Consider registering as a contributor (if you aren't one already), and requesting any related entries.

Or try to refine your search. Here are some tips.


Find      
Test Database Real Database

(Try these tips for more productive searches.)