Suda On Line menu Search

Home
Search results for sigma,161 in Adler number:
Greek display:    

Source text displayed in Unicode (UTF8 character set) format:

Σαυτὴν ἐπαινεῖς, ὥσπερ Ἀστυδάμας ποτέ: Ἀστυδάμᾳ τῷ Μορσίμου εὐημερήσαντι ἐπὶ τραγῳδίας διδασκαλίᾳ Παρθενοπαίου, δοθῆναι ὑπ' Ἀθηναίων εἰκόνος ἀνάθεσιν ἐν θεάτρῳ. τὸν δὲ εἰς αὑτὸν ἐπίγραμμα ποιῆσαι ἀλαζονικὸν τοῦτο: εἴθ' ἐγὼ ἐν κείνοις γενόμην, κεῖνοι ἅμ' ἡμῖν, οἳ γλώσσης τερπνῆς πρῶτα δοκοῦσι φέρειν: ὡς ἐπ' ἀληθείας ἐκρίθην ἀφεθεὶς παράμιλλος: νῦν δὲ χρόνῳ παρέχουσ', οἷς φθόνος οὐχ ἕπεται. διὰ γοῦν τὴν ὑπερβάλλουσαν ἀλαζονείαν παραιτήσασθαι τὴν ἐπιγραφήν. καὶ παροιμία παρὰ τοῖς κωμικοῖς ἐγένετο, ὡς παρὰ Φιλήμονι. λέγεται δὲ καὶ κατὰ ἀποκοπὴν τὸ σαυτὴν ἐπαίνεις.

Sorry, but the translation database has no matches for your query: sigma,161.

Consider registering as a contributor (if you aren't one already), and requesting any related entries.

Or try to refine your search. Here are some tips.


Find      
Test Database Real Database

(Try these tips for more productive searches.)