Suda On Line
|
Σαφέστερον εἰπὲ κἀληθέστερον: εἶπε γάρ, ὅταν τὰ νῦν ἄπιστα πίσθ' ἡγώμεθα, τὰ δ' ὄντα πίστ' ἄπιστα. πῶς; οὐ μανθάνω. ἀμαθέστερόν πως εἰπὲ καὶ σαφέστερον. παρὰ τὴν παροιμίαν: σαφέστερόν μοι κἀμαθέστερον φράσον. ὁ δὲ εἶπεν: εἰ τῶν πολιτῶν, οἷσι νῦν πιστεύομεν, τούτοις ἀπιστήσαιμεν: οἷς δ' οὐ χρώμεθα, τούτοις χρησαίμεθα, σωθείημεν ἄν. εἰ νῦν γε δυστυχοῦμεν ἐν τούτοισι, πῶς τἀναντία πράξαντες οὐ σωζοίμεθ' ἄν; εὖ γ', ὦ Παλάμηδες, ὦ σοφωτάτη φύσις, ταυτὶ πότερ' αὐτὸς εὗρες, ἢ Κηφισοφῶν;
Sorry, but the translation database has no matches for your query: sigma,163.
Consider registering as a contributor (if you aren't one already), and requesting any related entries.
Or try to refine your search. Here are some tips.