Suda On Line menu Search

Home
Search results for sigma,177 in Adler number:
Greek display:    

Source text displayed in Unicode (UTF8 character set) format:

Σεβαστιανός: οὗτος ἐπὶ Οὐάλεντος ἦν. ἐγένετο δὲ ἐπὶ τούτου ἀνδρῶν πολεμικῶν ζήτησις. εὑρέθη δὲ οὗτος ἀνὴρ πάσης ἐλπίδος κρείττων, οὐδεμιᾶς ἀρετῆς ἀποδέων: οὐδενὸς γὰρ μὴ ὅτι τῶν καθ' αὑτὸν ἀνθρώπων, ἀλλὰ καὶ τοῖς παλαιοῖς δίκαιος ἦν παραβάλλεσθαι, καὶ τούτων τοῖς ἄγαν εὐδοκιμοῦσιν εἰς ἅπαντα. ὅς γε φιλοπόλεμος μὲν ὢν ἥκιστα φιλοκίνδυνος ἦν, οὐ δι' ἑαυτόν, τῶν ἀρχομένων δὲ ἕνεκεν. χρημάτων δὲ αὐτῷ πλήθους ἔμελλεν, ὅσα τὸ σῶμα διὰ τῶν ὅπλων κοσμήσειν ἔμελλε: τροφὴν δὲ προῄρητο σκληρὰν καὶ τραχεῖαν, καὶ ὅση καμόντι ἤρκει, καὶ ὁρμωμένῳ πρὸς κάματον οὐκ ἦν κώλυμα. φιλοστρατιώτης δὲ ὢν διαφερόντως στρατιώταις οὐκ ἐχαρίζετο, ἀλλὰ πᾶσάν τε ἀφῄρει πλεονεξίαν τὴν ἀπὸ τῶν οἰκείων καὶ τὸ ἁρπακτικὸν ἐπὶ τοὺς πολεμίους ἔτρεπεν: ἐκόλαζε δὲ ἰσχυρῶς τοὺς παραβαίνοντας ταῦτα, καὶ τοῖς πειθομένοις εἰς τὸ εἶναι συνηγωνίζετο. ἁπλῶς δὲ εἰπεῖν, ὑπόδειγμα καὶ χαρακτῆρα παρεῖχεν ἑαυτὸν ἀρετῆς. γεγονὼς δὲ ἐπὶ μεγάλαις καὶ λαμπραῖς στρατηγίαις, ὥσπερ Ῥοδίων κολοσσὸς διὰ μέγεθος καταπληκτικὸς ὢν οὐκ ἔστιν ἐράσμιος, κἀκεῖνος διὰ τὸ ἀφιλοχρήματον θαυμαστὸς ὢν οὐκ ἔσχε χάριν. προσκεκρουκὼς δὲ διὰ γνώμης ὀρθότητα τοῖς κατακοιμισταῖς εὐνούχοις τῶν βασιλέων, εὔκολος ὢν διὰ πενίαν καὶ κοῦφος ἐς μετανάστασιν διεδέχθη τῆς στρατηγίας.

Sorry, but the translation database has no matches for your query: sigma,177.

Consider registering as a contributor (if you aren't one already), and requesting any related entries.

Or try to refine your search. Here are some tips.


Find      
Test Database Real Database

(Try these tips for more productive searches.)