Suda On Line
|
Σεσέλλισαι: μάτην ἐπῆρσαι. ἀπὸ Αἰσχίνου τοῦ Σέλλου, ὃς ἦν κομπαστὴς καὶ ἀλαζὼν ἔν τε τῷ διαλέγεσθαι καὶ ἐν τῷ προσποιεῖσθαι πλουτεῖν. Λυκόφρων δ' ἀπέδωκε τὸ σελλίζεσθαι ἀντὶ τοῦ ψελλίζεσθαι. ὁ γὰρ Αἰσχίνης πένης ὢν ἐθρύπτετο ἐπὶ πλούτῳ, λέγων ἑαυτὸν πλούσιον. ἦν δὲ Αἰσχίνης Σέλλου. ἐκ μεταφορᾶς δὲ ἔλεγον τοὺς τοιούτους Σέλλους καὶ τὸ ἀλαζονεύεσθαι σελλίζειν.
Sorry, but the translation database has no matches for your query: sigma,259.
Consider registering as a contributor (if you aren't one already), and requesting any related entries.
Or try to refine your search. Here are some tips.