Suda On Line
|
Σκηνή. Σκηνή ἐστιν ἡ μέση θύρα τοῦ θεάτρου. παρασκήνια δὲ τὰ ἔνθεν καὶ ἔνθεν τῆς μέσης θύρας. ἵνα δὲ σαφέστερον εἴπω, μετὰ τὴν σκηνὴν εὐθὺς καὶ τὰ παρασκήνια ἡ ὀρχήστρα. αὕτη δὲ ἔστιν ὁ τόπος, ὁ ἐκ σανίδων ἔχων τὸ ἔδαφος: ἀφ' οὗ θεατρίζουσιν οἱ μῖμοι. ἔστι μετὰ τὴν ὀρχήστραν βωμὸς τοῦ Διονύσου: ὃ καλεῖται θυμέλη παρὰ τὸ θύειν, μετὰ δὲ τὴν θυμέλην ἡ κονίστρα, τουτέστι τὸ κάτω ἔδαφος τοῦ θεάτρου. καὶ Σκηνήτης, ὁ ἐπὶ τῇ σκηνῇ. αἰεί τοι λιπαρῷ ἐπὶ σήματι, δῖε Σοφόκλεις, σκηνίτης μαλακοὺς κισσὸς ἅλοιτο πόδας.
Sorry, but the translation database has no matches for your query: sigma,569.
Consider registering as a contributor (if you aren't one already), and requesting any related entries.
Or try to refine your search. Here are some tips.