Suda On Line
|
Σοβαρός: τοιοῦτον ἀναζωγραφῶ, ὡς εἰκός, καὶ οὐκ ἄπο τρόπου τὸν παραβλῶπα καὶ φιλοκερδῆ καὶ κερδαλέον, βραδίστατον πρὸς τὰ κρείττονα: λιχνωδέστατον δέ, πρὸς πανωλεθρίαν τῶν ἐντυγχανόντων ἐκβεβακχευμένον ὅτι μάλιστα. ἀλλ' ἐξώλης καὶ προώλης προπηλακισθεὶς ἐς κόρακας ᾤχετο, κατάλληλα τἀπίχειρα τῆς βδελυρίας ὁ ἀποτρόπαιος καὶ οἷον ἀποφρὰς ἀποισάμενος, ὃς ἀνάρσια δικάζων ἀδίκως πολλοὺς κατεδίκαζεν, ὄπιν οὐ δεδοικώς, οὐκ ἀλέγων Ἀδράστειαν, οὐδὲ Νέμεσιν ἐμπαζόμενος. ἀλλὰ ταῦτα τεκμήρια ἐναργῆ τῆς Ταρταρώδους καὶ Τανταλείου αὐτοῦ τιμωρίας: ὃς κακὰ πόλλ' ἔρδεσκεν, ὃς κακὰ πόλλ' ἀποτίσεται.
Sorry, but the translation database has no matches for your query: sigma,759.
Consider registering as a contributor (if you aren't one already), and requesting any related entries.
Or try to refine your search. Here are some tips.