Suda On Line
|
Τριχθά: τριχῇ. Ὅμηρος: τριχθὰ δὲ πάντα δέδασται. ἔστι δὲ τὸ πάντα κατὰ παρολκήν: ὡς, οἱ δ' ἐννέα πάντες ἀνέσταν. Γαῖα δέ τι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος. συναφὴς τῇ γῇ ὁ Ὄλυμπος, ὡς ὄρος. τὸ δὲ ὅμοιον καὶ ἐν Ὀδυσσείᾳ πεποίηκε: ναιετάω δ' Ἰθάκην εὐδείελον, ἐν δ' ὄρος αὐτῇ Νήριτον, εἰνοσίφυλλον. κεχώρικε γὰρ τὸ ὄρος τῆς Ἰθάκης. εἰ δὲ ἦν ὁ Ὄλυμπος τοῦ οὐρανοῦ μέρος ἐπουράνιον, οὐκ ἦν κοινός, ἀλλὰ ἴδιος.
Sorry, but the translation database has no matches for your query: tau,1039.
Consider registering as a contributor (if you aren't one already), and requesting any related entries.
Or try to refine your search. Here are some tips.