Suda On Line
|
Τάλαντον: πολλὰ μὲν σημαίνει: ἢ γὰρ τὸ μέγιστον χρυσίου καὶ ἀργυρίου μέρος: καθ' ὃ σημαινόμενον Δημοσθένης φησί: πεντήκοντα τάλαντα. ἢ σταθμοῦ τι ὄνομα: ὥσπερ Ἀριστοφάνης: ἀλλ' ἢ ταλάντῳ μουσικὴ κριθήσεται. καὶ Ὁμηρικόν: χρύσεια πατὴρ ἐτίταινε τάλαντα. τρίτον σημαινόμενον ἡ ῥοπή: τέταρτον ἀριθμοῦ τι ὄνομα: ὡς καὶ πολυτάλαντος, ὁ πλούσιος. καὶ τὸ Ὁμηρικόν: κεῖτο δ' ἄρ' ἐν μέσσοισι δύο χρυσοῖο τάλαντα. καὶ διτάλαντον δὲ καὶ τριτάλαντον καὶ ἡμιτάλαντον λέγεται. ἀρχαία δὲ ἡ χρῆσις καὶ ἡ τοῦ τρίτον ἡμιτάλαντον καὶ πέμπτον ἡμιτάλαντον καὶ ἕβδομον ἡμιτάλαντον. ἔστι δὲ τὸ μὲν τρίτον ἡμιτάλαντον δύο ἥμισυ τάλαντα, τὸ δὲ πέμπτον ἡμιτάλαντον τέσσαρα ἥμισυ καὶ τὸ ἕβδομον ἡμιτάλαντον ἓξ ἥμισυ. καὶ ὅλως, οὗ τινος ἀριθμοῦ παρωνύμῳ μέρει ἐπονομάσει τις τὸ ἡμιτάλαντον, τούτου ὁ προηγούμενος ἀριθμὸς ἐφαρμόσει τοῖς ταλάντοις: οἷον, ἂν μὲν ὄγδοον, ἑπτά: ἂν δὲ ἔννατον, ὀκτώ: συναριθμουμένου δηλονότι καὶ τοῦ ἥμισυ. φίλον δὲ τοῖς ἀρχαίοις καὶ τὸ ἓν ἥμισυ τάλαντον τρία ἡμιτάλαντα λέγειν: ὡς καὶ τρία ἡμίμναια, τὴν μίαν ἥμισυ μνᾶν.
Sorry, but the translation database has no matches for your query: tau,33.
Consider registering as a contributor (if you aren't one already), and requesting any related entries.
Or try to refine your search. Here are some tips.